Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.260 Joseph. AJ 9.265 (English) >>Joseph. AJ 9.269

9.263

Ταῦτʼ εἰπόντος τοῦ βασιλέως οἱ ἱερεῖς ἀνοίγουσί τε τὸ ἱερὸν καὶ ἀνοίξαντες τὰ σκεύη τοῦ θεοῦ καὶ τὰ μιάσματα ἐκβαλόντες τὰς ἐξ ἔθους τῷ βωμῷ θυσίας ἐπέφερον. διαπέμψας δʼ βασιλεὺς εἰς τὴν ὑπʼ αὐτὸν χώραν ἐκάλει τὸν λαὸν εἰς Ἱεροσόλυμα τὴν τῶν ἀζύμων ἑορτὴν ἄξοντα· πολὺν γὰρ ἐκλελοίπει χρόνον διὰ τὰς τῶν προειρημένων βασιλέων παρανομίας. 9.264ἐξαπέστειλε δὲ καὶ πρὸς τοὺς Ἰσραηλίτας προτρεπόμενος αὐτοὺς ἀφέντας τὸν ἄρτι βίον εἰς τὴν ἀρχαίαν ἐπανελθεῖν συνήθειαν καὶ σέβειν τὸν θεόν· καὶ γὰρ ἐπιτρέπειν αὐτοῖς παραγενομένοις εἰς Ἱεροσόλυμα τὴν τῶν ἀζύμων ἑορτὴν ἄγειν καὶ συμπανηγυρίζειν αὐτοῖς. ταῦτα δʼ ἔλεγε παραινεῖν, οὐχ ὅπως ὑπακούσωσιν αὐτοῦ εἰ μὴ θέλουσι, τοῦ δʼ ἐκείνοις συμφέροντος ἕνεκα· μακαρίους γὰρ ἔσεσθαι. 9.265οἱ δὲ Ἰσραηλῖται παραγενομένων τῶν πρέσβεων καὶ δηλωσάντων αὐτοῖς τὰ παρὰ τοῦ ἰδίου βασιλέως οὐ μόνον οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ τοὺς πρέσβεις ὡς ἀνοήτους ἐχλεύασαν, καὶ τοὺς προφήτας δὲ ὁμοίως ταῦτα παραινοῦντας καὶ προλέγοντας πείσονται μὴ μεταθέμενοι πρὸς τὴν εὐσέβειαν τοῦ θεοῦ διέπτυον καὶ τελευταῖον συλλαβόντες αὐτοὺς ἀπέκτειναν. 9.266καὶ οὐδὲ μέχρι τούτων αὐτοῖς ἤρκεσε παρανομοῦσιν, ἀλλὰ χείρω τῶν προειρημένων ἐπενοοῦντο καὶ οὐ πρότερον ἐπαύσαντο, πρὶν τοῖς πολεμίοις αὐτοὺς ἀμυνόμενος τῆς ἀσεβείας θεὸς ἐποίησεν ὑποχειρίους. καὶ περὶ μὲν τούτων αὖθις δηλώσομεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.260 Joseph. AJ 9.265 (English) >>Joseph. AJ 9.269

Powered by PhiloLogic